TLG 2357 002 :: GORGON :: Fragmenta GORGON Hist. Fragmenta Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 410. Frr. 1–3 Citation: Fragment — (line) | ||
t1-3 | ΠΕΡΙ ΤΩΝ ΕΝ ΡΟΔῼ ΘΥΣΙΩΝ. | |
1 | Athenaeus XV: Καὶ ὁ εἰς Πτολεμαῖον δὲ, τὸν πρῶτον Αἰγύπτου βασιλεύσαντα, παιάν ἐστιν, ὃν ᾄδουσι Ῥόδιοι· ἔχει γὰρ τὸ Ἰὴ παιὰν ἐπίφθεγμα, ὥς φησι Γόργων ἐν τῷ Περὶ τῶν ἐν Ῥόδῳ θυσιῶν. | |
2 | Hesych.: Καταρραπτίτης. Γόργων ἐν τῷ Περὶ θυσιῶν. Ἐπιπολίαιος, Ἑρμῆς ἐν Ῥόδῳ, ὡς Γόργων ἱστορεῖ. | |
3 | Schol. Pindar. ad Olymp. VII, 1: Ταύτην τὴν ᾠδὴν ἀνακεῖσθαί φησι Γόργων ἐν τῷ τῆς Λινδίας Ἀθηνᾶς | |
ἱερῷ χρυσοῖς γράμμασιν. | 410 |